academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 58

58

1Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· τῷ Δαυιδ εἰς στηλογραφίαν, ὁπότε ἀπέστειλεν Σαουλ καὶ ἐφύλαξεν τὸν οἶκον αὐτοῦ τοῦ θανατῶσαι αὐτόν.

2᾿Εξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, ὁ θεός,

καὶ ἐκ τῶν ἐπανιστανομένων ἐπ᾽ ἐμὲ λύτρωσαί με·

3ῥῦσαί με ἐκ τῶν ἐργαζομένων τὴν ἀνομίαν

καὶ ἐξ ἀνδρῶν αἱμάτων σῶσόν με.

4ὅτι ἰδοὺ ἐθήρευσαν τὴν ψυχήν μου,

ἐπέθεντο ἐπ᾽ ἐμὲ κραταιοί.

οὔτε ἡ ἀνομία μου οὔτε ἡ ἁμαρτία μου, κύριε·

5ἄνευ ἀνομίας ἔδραμον καὶ κατεύθυναν·

ἐξεγέρθητι εἰς συνάντησίν μου καὶ ἰδέ.

6καὶ σύ, κύριε ὁ θεὸς τῶν δυνάμεων ὁ θεὸς Ισραηλ,

πρόσχες τοῦ ἐπισκέψασθαι πάντα τὰ ἔθνη,

μὴ οἰκτιρήσῃς πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν.

διάψαλμα.

7ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν.

8ἰδοὺ ἀποφθέγξονται ἐν τῷ στόματι αὐτῶν,

καὶ ῥομφαία ἐν τοῖς χείλεσιν αὐτῶν· ὅτι τίς ἤκουσεν;

9καὶ σύ, κύριε, ἐκγελάσῃ αὐτούς,

ἐξουδενώσεις πάντα τὰ ἔθνη.

10τὸ κράτος μου, πρὸς σὲ φυλάξω,

ὅτι ὁ θεὸς ἀντιλήμπτωρ μου εἶ.

11ὁ θεός μου, τὸ ἔλεος αὐτοῦ προφθάσει με·

ὁ θεὸς δείξει μοι ἐν τοῖς ἐχθροῖς μου.

12μὴ ἀποκτείνῃς αὐτούς, μήποτε ἐπιλάθωνται τοῦ λαοῦ μου·

διασκόρπισον αὐτοὺς ἐν τῇ δυνάμει σου

καὶ κατάγαγε αὐτούς, ὁ ὑπερασπιστής μου κύριε.

13ἁμαρτίαν στόματος αὐτῶν, λόγον χειλέων αὐτῶν,

καὶ συλλημφθήτωσαν ἐν τῇ ὑπερηφανίᾳ αὐτῶν·

καὶ ἐξ ἀρᾶς καὶ ψεύδους διαγγελήσονται συντέλειαι

14ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξωσιν·

καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ιακωβ, τῶν περάτων τῆς γῆς.

διάψαλμα.

15ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν.

16αὐτοὶ διασκορπισθήσονται τοῦ φαγεῖν·

ἐὰν δὲ μὴ χορτασθῶσιν, καὶ γογγύσουσιν.

17ἐγὼ δὲ ᾄσομαι τῇ δυνάμει σου

καὶ ἀγαλλιάσομαι τὸ πρωὶ τὸ ἔλεός σου,

ὅτι ἐγενήθης ἀντιλήμπτωρ μου

καὶ καταφυγὴ ἐν ἡμέρᾳ θλίψεώς μου.

18βοηθός μου, σοὶ ψαλῶ,

ὅτι, ὁ θεός, ἀντιλήμπτωρ μου εἶ,

ὁ θεός μου, τὸ ἔλεός μου.