academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 64

64

1Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυιδ, ᾠδή· Ιερεμιου καὶ Ιεζεκιηλ ἐκ τοῦ λόγου τῆς παροικίας, ὅτε ἔμελλον ἐκπορεύεσθαι.

2Σοὶ πρέπει ὕμνος, ὁ θεός, ἐν Σιων,

καὶ σοὶ ἀποδοθήσεται εὐχὴ ἐν Ιερουσαλημ.

3εἰσάκουσον προσευχῆς μου·

πρὸς σὲ πᾶσα σὰρξ ἥξει.

4λόγοι ἀνομιῶν ὑπερεδυνάμωσαν ἡμᾶς,

καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.

5μακάριος ὃν ἐξελέξω καὶ προσελάβου·

κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.

πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου·

ἅγιος ὁ ναός σου, θαυμαστὸς ἐν δικαιοσύνῃ.

6ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν,

ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς

καὶ ἐν θαλάσσῃ μακράν,

7ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι αὐτοῦ,

περιεζωσμένος ἐν δυναστείᾳ,

8ὁ συνταράσσων τὸ κύτος τῆς θαλάσσης,

ἤχους κυμάτων αὐτῆς.

ταραχθήσονται τὰ ἔθνη,

9καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ πέρατα ἀπὸ τῶν σημείων σου·

ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις.

10ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν,

ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν·

ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων·

ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.

11τοὺς αὔλακας αὐτῆς μέθυσον,

πλήθυνον τὰ γενήματα αὐτῆς,

ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.

12εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός σου,

καὶ τὰ πεδία σου πλησθήσονται πιότητος·

13πιανθήσονται τὰ ὡραῖα τῆς ἐρήμου,

καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.

14ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων,

καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον·

κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.