academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 67

67

1Εἰς τὸ τέλος· τῷ Δαυιδ ψαλμὸς ᾠδῆς.

2᾿Αναστήτω ὁ θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ,

καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ.

3ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν·

ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός,

οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ.

4καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν,

ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ,

τερφθήτωσαν ἐν εὐφροσύνῃ.

5ᾄσατε τῷ θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ·

ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, κύριος ὄνομα αὐτῷ,

καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ.

ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ,

6τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν·

ὁ θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ.

7ὁ θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ

ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ,

ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις.

8ὁ θεός, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου,

ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ

διάψαλμα

9γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν,

ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο Σινα,

ἀπὸ προσώπου τοῦ θεοῦ Ισραηλ.

10βροχὴν ἑκούσιον ἀφοριεῖς, ὁ θεός, τῇ κληρονομίᾳ σου,

καὶ ἠσθένησεν, σὺ δὲ κατηρτίσω αὐτήν.

11τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ·

ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, ὁ θεός.

12κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ,

13ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ,

καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα.

14ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων,

πτέρυγες περιστερᾶς περιηργυρωμέναι,

καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου.

διάψαλμα.

15ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ᾽ αὐτῆς

χιονωθήσονται ἐν Σελμων.

16ὄρος τοῦ θεοῦ ὄρος πῖον,

ὄρος τετυρωμένον, ὄρος πῖον.

17ἵνα τί ὑπολαμβάνετε, ὄρη τετυρωμένα,

τὸ ὄρος, ὃ εὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ;

καὶ γὰρ ὁ κύριος κατασκηνώσει εἰς τέλος.

18τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον,

χιλιάδες εὐθηνούντων·

ὁ κύριος ἐν αὐτοῖς ἐν Σινα ἐν τῷ ἁγίῳ.

19ἀνέβης εἰς ὕψος, ᾐχμαλώτευσας αἰχμαλωσίαν,

ἔλαβες δόματα ἐν ἀνθρώπῳ,

καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι.

κύριος ὁ θεὸς εὐλογητός,

20εὐλογητὸς κύριος ἡμέραν καθ᾽ ἡμέραν,

κατευοδώσει ἡμῖν ὁ θεὸς τῶν σωτηρίων ἡμῶν.

διάψαλμα.

21ὁ θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν,

καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου.

22πλὴν ὁ θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ,

κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν.

23εἶπεν κύριος ᾿Εκ Βασαν ἐπιστρέψω,

ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης,

24ὅπως ἂν βαφῇ ὁ πούς σου ἐν αἵματι,

ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ᾽ αὐτοῦ.

25ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ θεός,

αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ.

26προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων

ἐν μέσῳ νεανίδων τυμπανιστριῶν.

27ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν,

τὸν κύριον ἐκ πηγῶν Ισραηλ.

28ἐκεῖ Βενιαμιν νεώτερος ἐν ἐκστάσει,

ἄρχοντες Ιουδα ἡγεμόνες αὐτῶν,

ἄρχοντες Ζαβουλων, ἄρχοντες Νεφθαλι.

29ἔντειλαι, ὁ θεός, τῇ δυνάμει σου,

δυνάμωσον, ὁ θεός, τοῦτο, ὃ κατειργάσω ἡμῖν.

30ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ιερουσαλημ

σοὶ οἴσουσιν βασιλεῖς δῶρα.

31ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου·

ἡ συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν

τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ·

διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα.

32ἥξουσιν πρέσβεις ἐξ Αἰγύπτου,

Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ.

33αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ θεῷ, ψάλατε τῷ κυρίῳ.

διάψαλμα.

34ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς·

ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως.

35δότε δόξαν τῷ θεῷ·

ἐπὶ τὸν Ισραηλ ἡ μεγαλοπρέπεια αὐτοῦ,

καὶ ἡ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις.

36θαυμαστὸς ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ·

ὁ θεὸς Ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ.

εὐλογητὸς ὁ θεός.