academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 68

68

1Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τῷ Δαυιδ.

2Σῶσόν με, ὁ θεός, ὅτι εἰσήλθοσαν ὕδατα ἕως ψυχῆς μου.

3ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὑπόστασις·

ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέν με.

4ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου,

ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν ἐπὶ τὸν θεόν μου.

5ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν,

ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἐκδιώκοντές με ἀδίκως·

ἃ οὐχ ἥρπασα, τότε ἀπετίννυον.

6ὁ θεός, σὺ ἔγνως τὴν ἀφροσύνην μου,

καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν.

7μὴ αἰσχυνθείησαν ἐπ᾽ ἐμοὶ οἱ ὑπομένοντές σε, κύριε κύριε τῶν δυνάμεων,

μὴ ἐντραπείησαν ἐπ᾽ ἐμοὶ οἱ ζητοῦντές σε, ὁ θεὸς τοῦ Ισραηλ,

8ὅτι ἕνεκα σοῦ ὑπήνεγκα ὀνειδισμόν,

ἐκάλυψεν ἐντροπὴ τὸ πρόσωπόν μου.

9ἀπηλλοτριωμένος ἐγενήθην τοῖς ἀδελφοῖς μου

καὶ ξένος τοῖς υἱοῖς τῆς μητρός μου,

10ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέν με,

καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ᾽ ἐμέ.

11καὶ συνέκαμψα ἐν νηστείᾳ τὴν ψυχήν μου,

καὶ ἐγενήθη εἰς ὀνειδισμὸν ἐμοί·

12καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον,

καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν.

13κατ᾽ ἐμοῦ ἠδολέσχουν οἱ καθήμενοι ἐν πύλῃ,

καὶ εἰς ἐμὲ ἔψαλλον οἱ πίνοντες τὸν οἶνον.

14ἐγὼ δὲ τῇ προσευχῇ μου πρὸς σέ, κύριε·

καιρὸς εὐδοκίας, ὁ θεός, ἐν τῷ πλήθει τοῦ ἐλέους σου·

ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου.

15σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ·

ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων·

16μή με καταποντισάτω καταιγὶς ὕδατος,

μηδὲ καταπιέτω με βυθός,

μηδὲ συσχέτω ἐπ᾽ ἐμὲ φρέαρ τὸ στόμα αὐτοῦ.

17εἰσάκουσόν μου, κύριε, ὅτι χρηστὸν τὸ ἔλεός σου·

κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐπίβλεψον ἐπ᾽ ἐμέ.

18μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου

ἀπὸ τοῦ παιδός σου,

ὅτι θλίβομαι, ταχὺ ἐπάκουσόν μου.

19πρόσχες τῇ ψυχῇ μου καὶ λύτρωσαι αὐτήν,

ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με.

20σὺ γὰρ γινώσκεις τὸν ὀνειδισμόν μου

καὶ τὴν αἰσχύνην μου καὶ τὴν ἐντροπήν μου·

ἐναντίον σου πάντες οἱ θλίβοντές με.

21ὀνειδισμὸν προσεδόκησεν ἡ ψυχή μου καὶ ταλαιπωρίαν,

καὶ ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξεν,

καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον.

22καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν

καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος.

23γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα

καὶ εἰς ἀνταπόδοσιν καὶ εἰς σκάνδαλον·

24σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,

καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον·

25ἔκχεον ἐπ᾽ αὐτοὺς τὴν ὀργήν σου,

καὶ ὁ θυμὸς τῆς ὀργῆς σου καταλάβοι αὐτούς.

26γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη,

καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν·

27ὅτι ὃν σὺ ἐπάταξας, αὐτοὶ κατεδίωξαν,

καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυματιῶν σου προσέθηκαν.

28πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν,

καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου·

29ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων

καὶ μετὰ δικαίων μὴ γραφήτωσαν.

30πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ,

καὶ ἡ σωτηρία τοῦ προσώπου σου, ὁ θεός, ἀντελάβετό μου.

31αἰνέσω τὸ ὄνομα τοῦ θεοῦ μετ᾽ ᾠδῆς,

μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει,

32καὶ ἀρέσει τῷ θεῷ ὑπὲρ μόσχον νέον

κέρατα ἐκφέροντα καὶ ὁπλάς.

33ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν·

ἐκζητήσατε τὸν θεόν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν,

34ὅτι εἰσήκουσεν τῶν πενήτων ὁ κύριος

καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν.

35αἰνεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ,

θάλασσα καὶ πάντα τὰ ἕρποντα ἐν αὐτοῖς.

36ὅτι ὁ θεὸς σώσει τὴν Σιων,

καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ιουδαίας,

καὶ κατοικήσουσιν ἐκεῖ καὶ κληρονομήσουσιν αὐτήν·

37καὶ τὸ σπέρμα τῶν δούλων αὐτοῦ καθέξουσιν αὐτήν,

καὶ οἱ ἀγαπῶντες τὸ ὄνομα αὐτοῦ κατασκηνώσουσιν ἐν αὐτῇ.