academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 7

7

1Ψαλμὸς τῷ Δαυιδ, ὃν ᾖσεν τῷ κυρίῳ ὑπὲρ τῶν λόγων Χουσι υἱοῦ Ιεμενι.

2Κύριε ὁ θεός μου, ἐπὶ σοὶ ἤλπισα·

σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ῥῦσαί με,

3μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου

μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.

4κύριε ὁ θεός μου, εἰ ἐποίησα τοῦτο,

εἰ ἔστιν ἀδικία ἐν χερσίν μου,

5εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσίν μοι κακά,

ἀποπέσοιν ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός,

6καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι

καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου

καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι.

διάψαλμα.

7ἀνάστηθι, κύριε, ἐν ὀργῇ σου,

ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου·

ἐξεγέρθητι, κύριε ὁ θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω,

8καὶ συναγωγὴ λαῶν κυκλώσει σε,

καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.

9κύριος κρινεῖ λαούς·

κρῖνόν με, κύριε, κατὰ τὴν δικαιοσύνην μου

καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾽ ἐμοί.

10συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν,

καὶ κατευθυνεῖς δίκαιον·

ἐτάζων καρδίας καὶ νεφροὺς ὁ θεός.

11δικαία ἡ βοήθειά μου παρὰ τοῦ θεοῦ

τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.

12ὁ θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος

μὴ ὀργὴν ἐπάγων καθ᾽ ἑκάστην ἡμέραν.

13ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὐτοῦ στιλβώσει·

τὸ τόξον αὐτοῦ ἐνέτεινεν καὶ ἡτοίμασεν αὐτὸ

14καὶ ἐν αὐτῷ ἡτοίμασεν σκεύη θανάτου,

τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.

15ἰδοὺ ὠδίνησεν ἀδικίαν,

συνέλαβεν πόνον καὶ ἔτεκεν ἀνομίαν·

16λάκκον ὤρυξεν καὶ ἀνέσκαψεν αὐτὸν

καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο·

17ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ,

καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.

18ἐξομολογήσομαι κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ

καὶ ψαλῶ τῷ ὀνόματι κυρίου τοῦ ὑψίστου.