academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 71

71

1Εἰς Σαλωμων.

῾Ο θεός, τὸ κρίμα σου τῷ βασιλεῖ δὸς

καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως

2κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ

καὶ τοὺς πτωχούς σου ἐν κρίσει.

3ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ σου

καὶ οἱ βουνοὶ ἐν δικαιοσύνῃ.

4κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ

καὶ σώσει τοὺς υἱοὺς τῶν πενήτων

καὶ ταπεινώσει συκοφάντην

5καὶ συμπαραμενεῖ τῷ ἡλίῳ

καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν

6καὶ καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον

καὶ ὡσεὶ σταγόνες στάζουσαι ἐπὶ τὴν γῆν.

7ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη

καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη.

8καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης

καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης.

9ἐνώπιον αὐτοῦ προπεσοῦνται Αἰθίοπες,

καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσιν·

10βασιλεῖς Θαρσις καὶ αἱ νῆσοι δῶρα προσοίσουσιν,

βασιλεῖς ᾿Αράβων καὶ Σαβα δῶρα προσάξουσιν·

11καὶ προσκυνήσουσιν αὐτῷ πάντες οἱ βασιλεῖς,

πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ.

12ὅτι ἐρρύσατο πτωχὸν ἐκ χειρὸς δυνάστου

καὶ πένητα, ᾧ οὐχ ὑπῆρχεν βοηθός·

13φείσεται πτωχοῦ καὶ πένητος

καὶ ψυχὰς πενήτων σώσει·

14ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν,

καὶ ἔντιμον τὸ ὄνομα αὐτῶν ἐνώπιον αὐτοῦ.

15καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ᾿Αραβίας,

καὶ προσεύξονται περὶ αὐτοῦ διὰ παντός,

ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν.

16ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ᾽ ἄκρων τῶν ὀρέων·

ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ,

καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς.

17ἔστω τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας,

πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ·

καὶ εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς,

πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν.

18Εὐλογητὸς κύριος ὁ θεὸς ὁ θεὸς Ισραηλ ὁ ποιῶν θαυμάσια μόνος,

19καὶ εὐλογητὸν τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,

καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ.

γένοιτο γένοιτο.

20᾿Εξέλιπον οἱ ὕμνοι Δαυιδ τοῦ υἱοῦ Ιεσσαι.