academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 74

74

1Εἰς τὸ τέλος· μὴ διαφθείρῃς· ψαλμὸς τῷ Ασαφ ᾠδῆς.

2᾿Εξομολογησόμεθά σοι, ὁ θεός,

ἐξομολογησόμεθα καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου.

3διηγήσομαι πάντα τὰ θαυμάσιά σου, ὅταν λάβω καιρόν·

ἐγὼ εὐθύτητας κρινῶ.

4ἐτάκη ἡ γῆ καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ,

ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς.

διάψαλμα.

5εἶπα τοῖς παρανομοῦσιν Μὴ παρανομεῖτε,

καὶ τοῖς ἁμαρτάνουσιν Μὴ ὑψοῦτε κέρας,

6μὴ ἐπαίρετε εἰς ὕψος τὸ κέρας ὑμῶν,

μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν.

7ὅτι οὔτε ἀπὸ ἐξόδων οὔτε ἀπὸ δυσμῶν

οὔτε ἀπὸ ἐρήμων ὀρέων,

8ὅτι ὁ θεὸς κριτής ἐστιν,

τοῦτον ταπεινοῖ καὶ τοῦτον ὑψοῖ.

9ὅτι ποτήριον ἐν χειρὶ κυρίου

οἴνου ἀκράτου πλῆρες κεράσματος,

καὶ ἔκλινεν ἐκ τούτου εἰς τοῦτο,

πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκενώθη,

πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς.

10ἐγὼ δὲ ἀγαλλιάσομαι εἰς τὸν αἰῶνα,

ψαλῶ τῷ θεῷ Ιακωβ·

11καὶ πάντα τὰ κέρατα τῶν ἁμαρτωλῶν συγκλάσω,

καὶ ὑψωθήσεται τὰ κέρατα τοῦ δικαίου.