academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 75

75

1Εἰς τὸ τέλος, ἐν ὕμνοις· ψαλμὸς τῷ Ασαφ, ᾠδὴ πρὸς τὸν ᾿Ασσύριον.

2Γνωστὸς ἐν τῇ Ιουδαίᾳ ὁ θεός,

ἐν τῷ Ισραηλ μέγα τὸ ὄνομα αὐτοῦ.

3καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τόπος αὐτοῦ

καὶ τὸ κατοικητήριον αὐτοῦ ἐν Σιων·

4ἐκεῖ συνέτριψεν τὰ κράτη τῶν τόξων,

ὅπλον καὶ ῥομφαίαν καὶ πόλεμον.

διάψαλμα,

5φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων.

6ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ,

ὕπνωσαν ὕπνον αὐτῶν καὶ οὐχ εὗρον οὐδὲν

πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν.

7ἀπὸ ἐπιτιμήσεώς σου, ὁ θεὸς Ιακωβ,

ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους.

8σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι;

ἀπὸ τότε ἡ ὀργή σου.

9ἐκ τοῦ οὐρανοῦ ἠκούτισας κρίσιν,

γῆ ἐφοβήθη καὶ ἡσύχασεν

10ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεὸν

τοῦ σῶσαι πάντας τοὺς πραεῖς τῆς γῆς.

διάψαλμα.

11ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι,

καὶ ἐγκατάλειμμα ἐνθυμίου ἑορτάσει σοι.

12εὔξασθε καὶ ἀπόδοτε κυρίῳ τῷ θεῷ ὑμῶν·

πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσιν δῶρα

13τῷ φοβερῷ καὶ ἀφαιρουμένῳ πνεύματα ἀρχόντων,

φοβερῷ παρὰ τοῖς βασιλεῦσι τῆς γῆς.