academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 79

79

1Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· μαρτύριον τῷ Ασαφ, ψαλμὸς ὑπὲρ τοῦ ᾿Ασσυρίου.

2῾Ο ποιμαίνων τὸν Ισραηλ, πρόσχες,

ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ιωσηφ,

ὁ καθήμενος ἐπὶ τῶν χερουβιν, ἐμφάνηθι.

3ἐναντίον Εφραιμ καὶ Βενιαμιν καὶ Μανασση

ἐξέγειρον τὴν δυναστείαν σου

καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς.

4ὁ θεός, ἐπίστρεψον ἡμᾶς καὶ

ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.

5κύριε ὁ θεὸς τῶν δυνάμεων,

ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου,

6ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων

καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ;

7ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν,

καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.

8κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς

καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.

διάψαλμα.

9ἄμπελον ἐξ Αἰγύπτου μετῆρας,

ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·

10ὡδοποίησας ἔμπροσθεν αὐτῆς

καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ.

11ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς

καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ·

12ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως θαλάσσης

καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς.

13ἵνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς

καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;

14ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ,

καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν.

15ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή,

ἐπίβλεψον ἐξ οὐρανοῦ καὶ ἰδὲ

καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην

16καὶ κατάρτισαι αὐτήν, ἣν ἐφύτευσεν ἡ δεξιά σου,

καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ.

17ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη·

ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.

18γενηθήτω ἡ χείρ σου ἐπ᾽ ἄνδρα δεξιᾶς σου

καὶ ἐπὶ υἱὸν ἀνθρώπου, ὃν ἐκραταίωσας σεαυτῷ·

19καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ,

ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.

20κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς

καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σωθησόμεθα.