academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 80

80

1Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τῷ Ασαφ ψαλμός.

2᾿Αγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν,

ἀλαλάξατε τῷ θεῷ Ιακωβ·

3λάβετε ψαλμὸν καὶ δότε τύμπανον,

ψαλτήριον τερπνὸν μετὰ κιθάρας·

4σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι,

ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν·

5ὅτι πρόσταγμα τῷ Ισραηλ ἐστὶν

καὶ κρίμα τῷ θεῷ Ιακωβ.

6μαρτύριον ἐν τῷ Ιωσηφ ἔθετο αὐτὸν

ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς Αἰγύπτου·

γλῶσσαν, ἣν οὐκ ἔγνω, ἤκουσεν·

7ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ,

αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν.

8᾿Εν θλίψει ἐπεκαλέσω με, καὶ ἐρρυσάμην σε·

ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος,

ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας.

διάψαλμα.

9ἄκουσον, λαός μου, καὶ διαμαρτύρομαί σοι·

Ισραηλ, ἐὰν ἀκούσῃς μου,

10οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος,

οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ·

11ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου

ὁ ἀναγαγών σε ἐκ γῆς Αἰγύπτου·

πλάτυνον τὸ στόμα σου, καὶ πληρώσω αὐτό.

12καὶ οὐκ ἤκουσεν ὁ λαός μου τῆς φωνῆς μου,

καὶ Ισραηλ οὐ προσέσχεν μοι·

13καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν,

πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν.

14εἰ ὁ λαός μου ἤκουσέν μου,

Ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη,

15ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα

καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου.

16οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ,

καὶ ἔσται ὁ καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα.

17καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ

καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς.