academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 82

82

1᾿Οιδὴ ψαλμοῦ τῷ Ασαφ.

2῾Ο θεός, τίς ὁμοιωθήσεταί σοι;

μὴ σιγήσῃς μηδὲ καταπραΰνῃς, ὁ θεός·

3ὅτι ἰδοὺ οἱ ἐχθροί σου ἤχησαν,

καὶ οἱ μισοῦντές σε ἦραν κεφαλήν,

4ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην

καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·

5εἶπαν Δεῦτε καὶ ἐξολεθρεύσωμεν αὐτοὺς ἐξ ἔθνους,

καὶ οὐ μὴ μνησθῇ τὸ ὄνομα Ισραηλ ἔτι.

6ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό,

κατὰ σοῦ διαθήκην διέθεντο

7τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται,

Μωαβ καὶ οἱ Αγαρηνοί,

8Γεβαλ καὶ Αμμων καὶ Αμαληκ

καὶ ἀλλόφυλοι μετὰ τῶν κατοικούντων Τύρον·

9καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ᾽ αὐτῶν,

ἐγενήθησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ.

διάψαλμα.

10ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα,

ὡς ὁ Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων·

11ἐξωλεθρεύθησαν ἐν Αενδωρ,

ἐγενήθησαν ὡσεὶ κόπρος τῇ γῇ.

12θοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ

καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν,

13οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ θεοῦ.

14ὁ θεός μου, θοῦ αὐτοὺς ὡς τροχόν,

ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·

15ὡσεὶ πῦρ, ὃ διαφλέξει δρυμόν,

ὡς εἰ φλὸξ κατακαύσαι ὄρη,

16οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου

καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς.

17πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας,

καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε.

18αἰσχυνθήτωσαν καὶ ταραχθήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος

καὶ ἐντραπήτωσαν καὶ ἀπολέσθωσαν

19καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος,

σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν.