academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 86

86

1Τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς.

Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις·

2ἀγαπᾷ κύριος τὰς πύλας Σιων

ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ.

3δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ.

διάψαλμα.

4μνησθήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με·

καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων,

οὗτοι ἐγενήθησαν ἐκεῖ.

5Μήτηρ Σιων, ἐρεῖ ἄνθρωπος,

καὶ ἄνθρωπος ἐγενήθη ἐν αὐτῇ,

καὶ αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος.

6κύριος διηγήσεται ἐν γραφῇ λαῶν

καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ.

διάψαλμα.

7ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.