academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 89

89

1Προσευχὴ τοῦ Μωυσῆ ἀνθρώπου τοῦ θεοῦ.

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ·

2πρὸ τοῦ ὄρη γενηθῆναι

καὶ πλασθῆναι τὴν γῆν καὶ τὴν οἰκουμένην

καὶ ἀπὸ τοῦ αἰῶνος ἕως τοῦ αἰῶνος σὺ εἶ.

3μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν·

καὶ εἶπας ᾿Επιστρέψατε, υἱοὶ ἀνθρώπων.

4ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου

ὡς ἡ ἡμέρα ἡ ἐχθές, ἥτις διῆλθεν,

καὶ φυλακὴ ἐν νυκτί.

5τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται.

τὸ πρωὶ ὡσεὶ χλόη παρέλθοι,

6τὸ πρωὶ ἀνθήσαι καὶ παρέλθοι,

τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη.

7ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου

καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν.

8ἔθου τὰς ἀνομίας ἡμῶν ἐνώπιόν σου·

ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου.

9ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον,

καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν·

τὰ ἔτη ἡμῶν ὡς ἀράχνην ἐμελέτων.

10αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν, ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη,

ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα ἔτη,

καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος·

ὅτι ἐπῆλθεν πραΰτης ἐφ᾽ ἡμᾶς, καὶ παιδευθησόμεθα.

11τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου

καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου;

12ἐξαριθμήσασθαι τὴν δεξιάν σου οὕτως γνώρισον

καὶ τοὺς πεπεδημένους τῇ καρδίᾳ ἐν σοφίᾳ.

13ἐπίστρεψον, κύριε· ἕως πότε;

καὶ παρακλήθητι ἐπὶ τοῖς δούλοις σου.

14ἐνεπλήσθημεν τὸ πρωὶ τοῦ ἐλέους σου

καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν

ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν·

15εὐφράνθημεν ἀνθ᾽ ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς,

ἐτῶν, ὧν εἴδομεν κακά.

16καὶ ἰδὲ ἐπὶ τοὺς δούλους σου καὶ τὰ ἔργα σου

καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν,

17καὶ ἔστω ἡ λαμπρότης κυρίου τοῦ θεοῦ ἡμῶν ἐφ᾽ ἡμᾶς,

καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ᾽ ἡμᾶς.