academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 90

90

1Αἶνος ᾠδῆς τῷ Δαυιδ.

῾Ο κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου

ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται.

2ἐρεῖ τῷ κυρίῳ ᾿Αντιλήμπτωρ μου εἶ καὶ καταφυγή μου,

ὁ θεός μου, ἐλπιῶ ἐπ᾽ αὐτόν,

3ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν

καὶ ἀπὸ λόγου ταραχώδους.

4ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι,

καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·

ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ.

5οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ,

ἀπὸ βέλους πετομένου ἡμέρας,

6ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει,

ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ.

7πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς

καὶ μυριὰς ἐκ δεξιῶν σου,

πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ·

8πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις

καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψῃ.

9ὅτι σύ, κύριε, ἡ ἐλπίς μου·

τὸν ὕψιστον ἔθου καταφυγήν σου.

10οὐ προσελεύσεται πρὸς σὲ κακά,

καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου,

11ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ

τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου·

12ἐπὶ χειρῶν ἀροῦσίν σε,

μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου·

13ἐπ᾽ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ

καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.

14ὅτι ἐπ᾽ ἐμὲ ἤλπισεν, καὶ ῥύσομαι αὐτόν·

σκεπάσω αὐτόν, ὅτι ἔγνω τὸ ὄνομά μου.

15ἐπικαλέσεταί με, καὶ εἰσακούσομαι αὐτοῦ,

μετ᾽ αὐτοῦ εἰμι ἐν θλίψει

καὶ ἐξελοῦμαι καὶ δοξάσω αὐτόν.

16μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν

καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου.