academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 93

93

1Ψαλμὸς τῷ Δαυιδ, τετράδι σαββάτων.

῾Ο θεὸς ἐκδικήσεων κύριος,

ὁ θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο.

2ὑψώθητι, ὁ κρίνων τὴν γῆν,

ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις.

3ἕως πότε ἁμαρτωλοί, κύριε,

ἕως πότε ἁμαρτωλοὶ καυχήσονται,

4φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν,

λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;

5τὸν λαόν σου, κύριε, ἐταπείνωσαν

καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν

6χήραν καὶ προσήλυτον ἀπέκτειναν

καὶ ὀρφανοὺς ἐφόνευσαν

7καὶ εἶπαν Οὐκ ὄψεται κύριος,

οὐδὲ συνήσει ὁ θεὸς τοῦ Ιακωβ.

8σύνετε δή, ἄφρονες ἐν τῷ λαῷ,

καί, μωροί, ποτὲ φρονήσατε.

9ὁ φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει,

ἢ ὁ πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ;

10ὁ παιδεύων ἔθνη οὐχὶ ἐλέγξει,

ὁ διδάσκων ἄνθρωπον γνῶσιν,

11κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶν μάταιοι.

12μακάριος ἄνθρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε,

καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν

13τοῦ πραῧναι αὐτῷ ἀφ᾽ ἡμερῶν πονηρῶν,

ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος.

14ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ

καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,

15ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν

καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ.

διάψαλμα.

16τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους,

ἢ τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν;

17εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι,

παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ἡ ψυχή μου.

18εἰ ἔλεγον Σεσάλευται ὁ πούς μου,

τὸ ἔλεός σου, κύριε, βοηθεῖ μοι·

19κύριε, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου

αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου.

20μὴ συμπροσέσται σοι θρόνος ἀνομίας,

ὁ πλάσσων κόπον ἐπὶ προστάγματι;

21θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου

καὶ αἷμα ἀθῷον καταδικάσονται.

22καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν

καὶ ὁ θεός μου εἰς βοηθὸν ἐλπίδος μου·

23καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν,

καὶ κατὰ τὴν πονηρίαν αὐτῶν

ἀφανιεῖ αὐτοὺς κύριος ὁ θεὸς ἡμῶν.