academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 97

97

1Ψαλμὸς τῷ Δαυιδ.

῎Αισατε τῷ κυρίῳ ᾆσμα καινόν,

ὅτι θαυμαστὰ ἐποίησεν κύριος·

ἔσωσεν αὐτῷ ἡ δεξιὰ αὐτοῦ

καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.

2ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ,

ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ.

3ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ιακωβ

καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ισραηλ·

εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν.

4ἀλαλάξατε τῷ θεῷ, πᾶσα ἡ γῆ,

ᾄσατε καὶ ἀγαλλιᾶσθε καὶ ψάλατε·

5ψάλατε τῷ κυρίῳ ἐν κιθάρᾳ,

ἐν κιθάρᾳ καὶ φωνῇ ψαλμοῦ·

6ἐν σάλπιγξιν ἐλαταῖς καὶ φωνῇ σάλπιγγος κερατίνης

ἀλαλάξατε ἐνώπιον τοῦ βασιλέως κυρίου.

7σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς,

ἡ οἰκουμένη καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ·

8ποταμοὶ κροτήσουσιν χειρὶ ἐπὶ τὸ αὐτό,

τὰ ὄρη ἀγαλλιάσονται,

9ὅτι ἥκει κρῖναι τὴν γῆν·

κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ

καὶ λαοὺς ἐν εὐθύτητι.