academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 98

98

1Ψαλμὸς τῷ Δαυιδ.

῾Ο κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί·

ὁ καθήμενος ἐπὶ τῶν χερουβιν, σαλευθήτω ἡ γῆ.

2κύριος ἐν Σιων μέγας

καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς·

3ἐξομολογησάσθωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ,

ὅτι φοβερὸν καὶ ἅγιόν ἐστιν.

4καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ·

σὺ ἡτοίμασας εὐθύτητας,

κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας.

5ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν

καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,

ὅτι ἅγιός ἐστιν.

6Μωυσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ,

καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ·

ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν,

7ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς·

ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ

καὶ τὰ προστάγματα, ἃ ἔδωκεν αὐτοῖς.

8κύριε ὁ θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν·

ὁ θεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς

καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.

9ὑψοῦτε κύριον τὸν θεὸν ἡμῶν

καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ,

ὅτι ἅγιος κύριος ὁ θεὸς ἡμῶν.