academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΨΑΛΜΟΙ
  • Ps 99

99

1Ψαλμὸς εἰς ἐξομολόγησιν.

᾿Αλαλάξατε τῷ κυρίῳ, πᾶσα ἡ γῆ,

2δουλεύσατε τῷ κυρίῳ ἐν εὐφροσύνῃ,

εἰσέλθατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.

3γνῶτε ὅτι κύριος, αὐτός ἐστιν ὁ θεός,

αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς,

λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.

4εἰσέλθατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,

εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις·

ἐξομολογεῖσθε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,

5ὅτι χρηστὸς κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,

καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἡ ἀλήθεια αὐτοῦ.