• Share on Facebook
  • Twitter verse
  • ΠΑΡΟΙΜΙΑΙ
  • Spr 24

24

1υἱέ, μὴ ζηλώσῃς κακοὺς ἄνδρας

μηδὲ ἐπιθυμήσῃς εἶναι μετ᾽ αὐτῶν·

2ψεύδη γὰρ μελετᾷ ἡ καρδία αὐτῶν,

καὶ πόνους τὰ χείλη αὐτῶν λαλεῖ.

3μετὰ σοφίας οἰκοδομεῖται οἶκος

καὶ μετὰ συνέσεως ἀνορθοῦται·

4μετὰ αἰσθήσεως ἐμπίμπλαται ταμιεῖα

ἐκ παντὸς πλούτου τιμίου καὶ καλοῦ.

5κρείσσων σοφὸς ἰσχυροῦ

καὶ ἀνὴρ φρόνησιν ἔχων γεωργίου μεγάλου·

6μετὰ κυβερνήσεως γίνεται πόλεμος,

βοήθεια δὲ μετὰ καρδίας βουλευτικῆς.

7σοφία καὶ ἔννοια ἀγαθὴ ἐν πύλαις σοφῶν·

σοφοὶ οὐκ ἐκκλίνουσιν ἐκ στόματος κυρίου,

8ἀλλὰ λογίζονται ἐν συνεδρίοις.

ἀπαιδεύτοις συναντᾷ θάνατος,

9ἀποθνῄσκει δὲ ἄφρων ἐν ἁμαρτίαις·

ἀκαθαρσία δὲ ἀνδρὶ λοιμῷ ἐμμολυνθήσεται

10ἐν ἡμέρᾳ κακῇ καὶ ἐν ἡμέρᾳ θλίψεως, ἕως ἂν ἐκλίπῃ.

11ῥῦσαι ἀγομένους εἰς θάνατον

καὶ ἐκπρίου κτεινομένους, μὴ φείσῃ·

12ἐὰν δὲ εἴπῃς Οὐκ οἶδα τοῦτον,

γίνωσκε ὅτι κύριος καρδίας πάντων γινώσκει,

καὶ ὁ πλάσας πνοὴν πᾶσιν αὐτὸς οἶδεν πάντα,

ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.

13φάγε μέλι, υἱέ, ἀγαθὸν γὰρ κηρίον,

ἵνα γλυκανθῇ σου ὁ φάρυγξ·

14οὕτως αἰσθήσῃ σοφίαν τῇ σῇ ψυχῇ·

ἐὰν γὰρ εὕρῃς, ἔσται καλὴ ἡ τελευτή σου,

καὶ ἐλπίς σε οὐκ ἐγκαταλείψει.

15μὴ προσαγάγῃς ἀσεβῆ νομῇ δικαίων

μηδὲ ἀπατηθῇς χορτασίᾳ κοιλίας·

16ἑπτάκι γὰρ πεσεῖται ὁ δίκαιος καὶ ἀναστήσεται,

οἱ δὲ ἀσεβεῖς ἀσθενήσουσιν ἐν κακοῖς.

17ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ,

ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ ἐπαίρου·

18ὅτι ὄψεται κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ,

καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ ἀπ᾽ αὐτοῦ.

19μὴ χαῖρε ἐπὶ κακοποιοῖς

μηδὲ ζήλου ἁμαρτωλούς·

20οὐ γὰρ μὴ γένηται ἔκγονα πονηρῶν,

λαμπτὴρ δὲ ἀσεβῶν σβεσθήσεται.

21φοβοῦ τὸν θεόν, υἱέ, καὶ βασιλέα

καὶ μηθετέρῳ αὐτῶν ἀπειθήσῃς·

22ἐξαίφνης γὰρ τείσονται τοὺς ἀσεβεῖς,

τὰς δὲ τιμωρίας ἀμφοτέρων τίς γνώσεται;

22aλόγον φυλασσόμενος υἱὸς ἀπωλείας ἐκτὸς ἔσται,

δεχόμενος δὲ ἐδέξατο αὐτόν.

22bμηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλεῖ λεγέσθω,

καὶ οὐδὲν ψεῦδος ἀπὸ γλώσσης αὐτοῦ οὐ μὴ ἐξέλθῃ.

22cμάχαιρα γλῶσσα βασιλέως καὶ οὐ σαρκίνη,

ὃς δ᾽ ἂν παραδοθῇ, συντριβήσεται·

22dἐὰν γὰρ ὀξυνθῇ ὁ θυμὸς αὐτοῦ,

σὺν νεύροις ἀνθρώπους ἀναλίσκει

22eκαὶ ὀστᾶ ἀνθρώπων κατατρώγει

καὶ συγκαίει ὥσπερ φλὸξ

ὥστε ἄβρωτα εἶναι νεοσσοῖς ἀετῶν.

23Ταῦτα δὲ λέγω ὑμῖν τοῖς σοφοῖς ἐπιγινώσκειν·

αἰδεῖσθαι πρόσωπον ἐν κρίσει οὐ καλόν·

24ὁ εἰπὼν τὸν ἀσεβῆ Δίκαιός ἐστιν,

ἐπικατάρατος λαοῖς ἔσται καὶ μισητὸς εἰς ἔθνη·

25οἱ δὲ ἐλέγχοντες βελτίους φανοῦνται,

ἐπ᾽ αὐτοὺς δὲ ἥξει εὐλογία ἀγαθή·

26χείλη δὲ φιλήσουσιν ἀποκρινόμενα λόγους ἀγαθούς.

27ἑτοίμαζε εἰς τὴν ἔξοδον τὰ ἔργα σου

καὶ παρασκευάζου εἰς τὸν ἀγρὸν

καὶ πορεύου κατόπισθέν μου

καὶ ἀνοικοδομήσεις τὸν οἶκόν σου.

28μὴ ἴσθι ψευδὴς μάρτυς ἐπὶ σὸν πολίτην

μηδὲ πλατύνου σοῖς χείλεσιν·

29μὴ εἴπῃς ῝Ον τρόπον ἐχρήσατό μοι χρήσομαι αὐτῷ,

τείσομαι δὲ αὐτὸν ἅ με ἠδίκησεν.

30ὥσπερ γεώργιον ἀνὴρ ἄφρων,

καὶ ὥσπερ ἀμπελὼν ἄνθρωπος ἐνδεὴς φρενῶν·

31ἐὰν ἀφῇς αὐτόν, χερσωθήσεται

καὶ χορτομανήσει ὅλος καὶ γίνεται ἐκλελειμμένος,

οἱ δὲ φραγμοὶ τῶν λίθων αὐτοῦ κατασκάπτονται.

32ὕστερον ἐγὼ μετενόησα,

ἐπέβλεψα τοῦ ἐκλέξασθαι παιδείαν.

33ὀλίγον νυστάζω, ὀλίγον δὲ καθυπνῶ,

ὀλίγον δὲ ἐναγκαλίζομαι χερσὶν στήθη·

34ἐὰν δὲ τοῦτο ποιῇς, ἥξει προπορευομένη ἡ πενία σου

καὶ ἡ ἔνδειά σου ὥσπερ ἀγαθὸς δρομεύς.