• Share on Facebook
  • Twitter verse
  • ΑΣΜΑ
  • Hld 6

6

1Ποῦ ἀπῆλθεν ὁ ἀδελφιδός σου, ἡ καλὴ ἐν γυναιξίν;

ποῦ ἀπέβλεψεν ὁ ἀδελφιδός σου;

καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ.

2᾿Αδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ

εἰς φιάλας τοῦ ἀρώματος

ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα·

3ἐγὼ τῷ ἀδελφιδῷ μου, καὶ ἀδελφιδός μου ἐμοὶ

ὁ ποιμαίνων ἐν τοῖς κρίνοις.

4Καλὴ εἶ, ἡ πλησίον μου, ὡς εὐδοκία,

ὡραία ὡς Ιερουσαλημ,

θάμβος ὡς τεταγμέναι.

5ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου,

ὅτι αὐτοὶ ἀνεπτέρωσάν με.

τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν,

αἳ ἀνεφάνησαν ἀπὸ τοῦ Γαλααδ.

6ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων,

αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ,

αἱ πᾶσαι διδυμεύουσαι,

καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς.

7ὡς σπαρτίον τὸ κόκκινον χείλη σου,

καὶ ἡ λαλιά σου ὡραία.

ὡς λέπυρον τῆς ῥόας μῆλόν σου

ἐκτὸς τῆς σιωπήσεώς σου.

8῾Εξήκοντά εἰσιν βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί,

καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός.

9μία ἐστὶν περιστερά μου, τελεία μου,

μία ἐστὶν τῇ μητρὶ αὐτῆς,

ἐκλεκτή ἐστιν τῇ τεκούσῃ αὐτῆς.

εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν,

βασίλισσαι καὶ παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν.

10Τίς αὕτη ἡ ἐκκύπτουσα ὡσεὶ ὄρθρος,

καλὴ ὡς σελήνη, ἐκλεκτὴ ὡς ὁ ἥλιος,

θάμβος ὡς τεταγμέναι;

11Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γενήμασιν τοῦ χειμάρρου,

ἰδεῖν εἰ ἤνθησεν ἡ ἄμπελος,

ἐξήνθησαν αἱ ῥόαι·

ἐκεῖ δώσω τοὺς μαστούς μου σοί.

12οὐκ ἔγνω ἡ ψυχή μου· ἔθετό με ἅρματα Αμιναδαβ.