• Share on Facebook
  • Twitter verse
  • ΙΕΡΕΜΙΑΣ
  • Jer 39

39

1῾Ο λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ιερεμιαν ἐν τῷ ἐνιαυτῷ τῷ δεκάτῳ τῷ βασιλεῖ Σεδεκια, οὗτος ἐνιαυτὸς ὀκτωκαιδέκατος τῷ βασιλεῖ Ναβουχοδονοσορ βασιλεῖ Βαβυλῶνος,

2καὶ δύναμις βασιλέως Βαβυλῶνος ἐχαράκωσεν ἐπὶ Ιερουσαλημ, καὶ Ιερεμιας ἐφυλάσσετο ἐν αὐλῇ τῆς φυλακῆς, ἥ ἐστιν ἐν οἴκῳ τοῦ βασιλέως,

3ἐν ᾗ κατέκλεισεν αὐτὸν ὁ βασιλεὺς Σεδεκιας λέγων Διὰ τί σὺ προφητεύεις λέγων Οὕτως εἶπεν κύριος ᾿Ιδοὺ ἐγὼ δίδωμι τὴν πόλιν ταύτην ἐν χερσὶν βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,

4καὶ Σεδεκιας οὐ μὴ σωθῇ ἐκ χειρὸς τῶν Χαλδαίων, ὅτι παραδόσει παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λαλήσει στόμα αὐτοῦ πρὸς στόμα αὐτοῦ, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτοῦ ὄψονται,

5καὶ εἰσελεύσεται Σεδεκιας εἰς Βαβυλῶνα καὶ ἐκεῖ καθιεῖται.

6καὶ λόγος κυρίου ἐγενήθη πρὸς Ιερεμιαν λέγων

7᾿Ιδοὺ Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός σου ἔρχεται πρὸς σὲ λέγων Κτῆσαι σεαυτῷ τὸν ἀγρόν μου τὸν ἐν Αναθωθ, ὅτι σοὶ κρίμα παραλαβεῖν εἰς κτῆσιν.

8καὶ ἦλθεν πρός με Αναμεηλ υἱὸς Σαλωμ ἀδελφοῦ πατρός μου εἰς τὴν αὐλὴν τῆς φυλακῆς καὶ εἶπέν μοι Κτῆσαι τὸν ἀγρόν μου τὸν ἐν γῇ Βενιαμιν τὸν ἐν Αναθωθ, ὅτι σοὶ κρίμα κτήσασθαι, καὶ σὺ πρεσβύτερος. καὶ ἔγνων ὅτι λόγος κυρίου ἐστίν,

9καὶ ἐκτησάμην τὸν ἀγρὸν Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ ἔστησα αὐτῷ ἑπτὰ σίκλους καὶ δέκα ἀργυρίου·

10καὶ ἔγραψα εἰς βιβλίον καὶ ἐσφραγισάμην καὶ διεμαρτυράμην μάρτυρας καὶ ἔστησα τὸ ἀργύριον ἐν ζυγῷ.

11καὶ ἔλαβον τὸ βιβλίον τῆς κτήσεως τὸ ἐσφραγισμένον καὶ τὸ ἀνεγνωσμένον

12καὶ ἔδωκα αὐτὸ τῷ Βαρουχ υἱῷ Νηριου υἱοῦ Μαασαιου κατ᾽ ὀφθαλμοὺς Αναμεηλ υἱοῦ ἀδελφοῦ πατρός μου καὶ κατ᾽ ὀφθαλμοὺς τῶν ἑστηκότων καὶ γραφόντων ἐν τῷ βιβλίῳ τῆς κτήσεως καὶ κατ᾽ ὀφθαλμοὺς τῶν Ιουδαίων τῶν ἐν τῇ αὐλῇ τῆς φυλακῆς.

13καὶ συνέταξα τῷ Βαρουχ κατ᾽ ὀφθαλμοὺς αὐτῶν λέγων

14Οὕτως εἶπεν κύριος παντοκράτωρ Λαβὲ τὸ βιβλίον τῆς κτήσεως τοῦτο καὶ τὸ βιβλίον τὸ ἀνεγνωσμένον καὶ θήσεις αὐτὸ εἰς ἀγγεῖον ὀστράκινον, ἵνα διαμείνῃ ἡμέρας πλείους.

15ὅτι οὕτως εἶπεν κύριος ῎Ετι κτηθήσονται ἀγροὶ καὶ οἰκίαι καὶ ἀμπελῶνες ἐν τῇ γῇ ταύτῃ.

16Καὶ προσευξάμην πρὸς κύριον μετὰ τὸ δοῦναί με τὸ βιβλίον τῆς κτήσεως πρὸς Βαρουχ υἱὸν Νηριου λέγων

17῏Ω κύριε, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν τῇ ἰσχύι σου τῇ μεγάλῃ καὶ τῷ βραχίονί σου τῷ ὑψηλῷ καὶ τῷ μετεώρῳ, οὐ μὴ ἀποκρυβῇ ἀπὸ σοῦ οὐθέν,

18ποιῶν ἔλεος εἰς χιλιάδας καὶ ἀποδιδοὺς ἁμαρτίας πατέρων εἰς κόλπους τέκνων αὐτῶν μετ᾽ αὐτούς, ὁ θεὸς ὁ μέγας καὶ ἰσχυρός,

19κύριος μεγάλης βουλῆς καὶ δυνατὸς τοῖς ἔργοις, ὁ θεὸς ὁ μέγας ὁ παντοκράτωρ καὶ μεγαλώνυμος κύριος· οἱ ὀφθαλμοί σου εἰς τὰς ὁδοὺς τῶν υἱῶν τῶν ἀνθρώπων δοῦναι ἑκάστῳ κατὰ τὴν ὁδὸν αὐτοῦ·

20ὃς ἐποίησας σημεῖα καὶ τέρατα ἐν γῇ Αἰγύπτῳ ἕως τῆς ἡμέρας ταύτης καὶ ἐν Ισραηλ καὶ ἐν τοῖς γηγενέσιν καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη

21καὶ ἐξήγαγες τὸν λαόν σου Ισραηλ ἐκ γῆς Αἰγύπτου ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐν ὁράμασιν μεγάλοις

22καὶ ἔδωκας αὐτοῖς τὴν γῆν ταύτην, ἣν ὤμοσας τοῖς πατράσιν αὐτῶν, γῆν ῥέουσαν γάλα καὶ μέλι·

23καὶ εἰσήλθοσαν καὶ ἐλάβοσαν αὐτὴν καὶ οὐκ ἤκουσαν τῆς φωνῆς σου καὶ ἐν τοῖς προστάγμασίν σου οὐκ ἐπορεύθησαν· ἅπαντα, ἃ ἐνετείλω αὐτοῖς, οὐκ ἐποίησαν· καὶ ἐποίησας συμβῆναι αὐτοῖς πάντα τὰ κακὰ ταῦτα.

24ἰδοὺ ὄχλος ἥκει εἰς τὴν πόλιν ταύτην συλλαβεῖν αὐτήν, καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων τῶν πολεμούντων αὐτὴν ἀπὸ προσώπου μαχαίρας καὶ τοῦ λιμοῦ· ὡς ἐλάλησας, οὕτως ἐγένετο.

25καὶ σὺ λέγεις πρός με Κτῆσαι σεαυτῷ ἀγρὸν ἀργυρίου· καὶ ἔγραψα βιβλίον καὶ ἐσφραγισάμην καὶ ἐπεμαρτυράμην μάρτυρας· καὶ ἡ πόλις ἐδόθη εἰς χεῖρας Χαλδαίων.

26Καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

27᾿Εγὼ κύριος ὁ θεὸς πάσης σαρκός· μὴ ἀπ᾽ ἐμοῦ κρυβήσεταί τι;

28διὰ τοῦτο οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ Δοθεῖσα παραδοθήσεται ἡ πόλις αὕτη εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ λήμψεται αὐτήν,

29καὶ ἥξουσιν οἱ Χαλδαῖοι πολεμοῦντες ἐπὶ τὴν πόλιν ταύτην καὶ καύσουσιν τὴν πόλιν ταύτην ἐν πυρὶ καὶ κατακαύσουσιν τὰς οἰκίας, ἐν αἷς ἐθυμιῶσαν ἐπὶ τῶν δωμάτων αὐτῶν τῇ Βααλ καὶ ἔσπενδον σπονδὰς θεοῖς ἑτέροις πρὸς τὸ παραπικρᾶναί με.

30ὅτι ἦσαν οἱ υἱοὶ Ισραηλ καὶ οἱ υἱοὶ Ιουδα μόνοι ποιοῦντες τὸ πονηρὸν κατ᾽ ὀφθαλμούς μου ἐκ νεότητος αὐτῶν·

31ὅτι ἐπὶ τὴν ὀργήν μου καὶ ἐπὶ τὸν θυμόν μου ἦν ἡ πόλις αὕτη ἀφ᾽ ἧς ἡμέρας ᾠκοδόμησαν αὐτὴν καὶ ἕως τῆς ἡμέρας ταύτης ἀπαλλάξαι αὐτὴν ἀπὸ προσώπου μου

32διὰ πάσας τὰς πονηρίας τῶν υἱῶν Ισραηλ καὶ Ιουδα, ὧν ἐποίησαν πικρᾶναί με αὐτοὶ καὶ οἱ βασιλεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν καὶ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ προφῆται αὐτῶν, ἄνδρες Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ,

33καὶ ἐπέστρεψαν πρός με νῶτον καὶ οὐ πρόσωπον, καὶ ἐδίδαξα αὐτοὺς ὄρθρου καὶ ἐδίδαξα, καὶ οὐκ ἤκουσαν ἐπιλαβεῖν παιδείαν·

34καὶ ἔθηκαν τὰ μιάσματα αὐτῶν ἐν τῷ οἴκῳ, οὗ ἐπεκλήθη τὸ ὄνομά μου ἐπ᾽ αὐτῷ, ἐν ἀκαθαρσίαις αὐτῶν

35καὶ ᾠκοδόμησαν τοὺς βωμοὺς τῇ Βααλ τοὺς ἐν φάραγγι υἱοῦ Εννομ τοῦ ἀναφέρειν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τῷ Μολοχ βασιλεῖ, ἃ οὐ συνέταξα αὐτοῖς καὶ οὐκ ἀνέβη ἐπὶ καρδίαν μου, τοῦ ποιῆσαι τὸ βδέλυγμα τοῦτο πρὸς τὸ ἐφαμαρτεῖν τὸν Ιουδαν.—

36καὶ νῦν οὕτως εἶπεν κύριος ὁ θεὸς Ισραηλ ἐπὶ τὴν πόλιν, ἣν σὺ λέγεις Παραδοθήσεται εἰς χεῖρας βασιλέως Βαβυλῶνος ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ καὶ ἐν ἀποστολῇ

37᾿Ιδοὺ ἐγὼ συνάγω αὐτοὺς ἐκ πάσης τῆς γῆς, οὗ διέσπειρα αὐτοὺς ἐκεῖ ἐν ὀργῇ μου καὶ τῷ θυμῷ μου καὶ παροξυσμῷ μεγάλῳ, καὶ ἐπιστρέψω αὐτοὺς εἰς τὸν τόπον τοῦτον καὶ καθιῶ αὐτοὺς πεποιθότας,

38καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν.

39καὶ δώσω αὐτοῖς ὁδὸν ἑτέραν καὶ καρδίαν ἑτέραν φοβηθῆναί με πάσας τὰς ἡμέρας εἰς ἀγαθὸν αὐτοῖς καὶ τοῖς τέκνοις αὐτῶν μετ᾽ αὐτούς.

40καὶ διαθήσομαι αὐτοῖς διαθήκην αἰωνίαν, ἣν οὐ μὴ ἀποστρέψω ὄπισθεν αὐτῶν· καὶ τὸν φόβον μου δώσω εἰς τὴν καρδίαν αὐτῶν πρὸς τὸ μὴ ἀποστῆναι αὐτοὺς ἀπ᾽ ἐμοῦ.

41καὶ ἐπισκέψομαι τοῦ ἀγαθῶσαι αὐτοὺς καὶ φυτεύσω αὐτοὺς ἐν τῇ γῇ ταύτῃ ἐν πίστει καὶ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάσῃ ψυχῇ.

42ὅτι οὕτως εἶπεν κύριος Καθὰ ἐπήγαγον ἐπὶ τὸν λαὸν τοῦτον πάντα τὰ κακὰ τὰ μεγάλα ταῦτα, οὕτως ἐγὼ ἐπάξω ἐπ᾽ αὐτοὺς πάντα τὰ ἀγαθά, ἃ ἐλάλησα ἐπ᾽ αὐτούς.

43καὶ κτηθήσονται ἔτι ἀγροὶ ἐν τῇ γῇ, ᾗ σὺ λέγεις ῎Αβατός ἐστιν ἀπὸ ἀνθρώπων καὶ κτήνους καὶ παρεδόθησαν εἰς χεῖρας Χαλδαίων.

44καὶ κτήσονται ἀγροὺς ἐν ἀργυρίῳ, καὶ γράψεις βιβλίον καὶ σφραγιῇ καὶ διαμαρτυρῇ μάρτυρας ἐν γῇ Βενιαμιν καὶ κύκλῳ Ιερουσαλημ καὶ ἐν πόλεσιν Ιουδα καὶ ἐν πόλεσιν τοῦ ὄρους καὶ ἐν πόλεσιν τῆς Σεφηλα καὶ ἐν πόλεσιν τῆς Ναγεβ, ὅτι ἀποστρέψω τὰς ἀποικίας αὐτῶν.