academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΤΩΒΙΤ
  • Tob 7

7

1Καὶ ἦλθον εἰς ᾿Εκβάτανα καὶ παρεγένοντο εἰς τὴν οἰκίαν Ραγουηλ, Σαρρα δὲ ὑπήντησεν αὐτοῖς καὶ ἐχαιρέτισεν αὐτοὺς καὶ αὐτοὶ αὐτήν, καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὴν οἰκίαν.

2καὶ εἶπεν Ραγουηλ Εδνα τῇ γυναικὶ αὐτοῦ ῾Ως ὅμοιος ὁ νεανίσκος Τωβιτ τῷ ἀνεψιῷ μου.

3καὶ ἠρώτησεν αὐτοὺς Ραγουηλ Πόθεν ἐστέ, ἀδελφοί; καὶ εἶπαν αὐτῷ ᾿Εκ τῶν υἱῶν Νεφθαλι τῶν αἰχμαλώτων ἐν Νινευη.

4καὶ εἶπεν αὐτοῖς Γινώσκετε Τωβιτ τὸν ἀδελφὸν ἡμῶν; οἱ δὲ εἶπαν Γινώσκομεν.

5καὶ εἶπεν αὐτοῖς ῾Υγιαίνει; οἱ δὲ εἶπαν Καὶ ζῇ καὶ ὑγιαίνει· καὶ εἶπεν Τωβιας Πατήρ μού ἐστιν.

6καὶ ἀνεπήδησεν Ραγουηλ καὶ κατεφίλησεν αὐτὸν καὶ ἔκλαυσε καὶ εὐλόγησεν αὐτὸν καὶ εἶπεν αὐτῷ ῾Ο τοῦ καλοῦ καὶ ἀγαθοῦ ἀνθρώπου· καὶ ἀκούσας ὅτι Τωβιτ ἀπώλεσεν τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἐλυπήθη καὶ ἔκλαυσεν.

7καὶ Εδνα ἡ γυνὴ αὐτοῦ καὶ Σαρρα ἡ θυγάτηρ αὐτοῦ ἔκλαυσαν καὶ ὑπεδέξαντο αὐτοὺς προθύμως.

8καὶ ἔθυσαν κριὸν προβάτων καὶ παρέθηκαν ὄψα πλείονα.

9Εἶπεν δὲ Τωβιας τῷ Ραφαηλ Αζαρια ἄδελφε, λάλησον ὑπὲρ ὧν ἔλεγες ἐν τῇ πορείᾳ, καὶ τελεσθήτω τὸ πρᾶγμα.

10καὶ μετέδωκεν τὸν λόγον τῷ Ραγουηλ. καὶ εἶπεν Ραγουηλ πρὸς Τωβιαν Φάγε καὶ πίε καὶ ἡδέως γίνου· σοὶ γὰρ καθήκει τὸ παιδίον μου λαβεῖν· πλὴν ὑποδείξω σοι τὴν ἀλήθειαν.

11ἔδωκα τὸ παιδίον μου ἑπτὰ ἀνδράσιν, καὶ ὁπότε ἐὰν εἰσεπορεύοντο πρὸς αὐτήν, ἀπεθνῄσκοσαν ὑπὸ τὴν νύκτα. ἀλλὰ τὸ νῦν ἔχων ἡδέως γίνου.

12καὶ εἶπεν Τωβιας Οὐ γεύσομαι οὐδὲν ὧδε, ἕως ἂν στήσητε καὶ σταθῆτε πρός με. καὶ εἶπεν Ραγουηλ Κομίζου αὐτὴν ἀπὸ τοῦ νῦν κατὰ τὴν κρίσιν· σὺ δὲ ἀδελφὸς εἶ αὐτῆς, καὶ αὐτή σού ἐστιν· ὁ δὲ ἐλεήμων θεὸς εὐοδώσει ὑμῖν τὰ κάλλιστα.

13καὶ ἐκάλεσεν Σαρραν τὴν θυγατέρα αὐτοῦ καὶ λαβὼν τῆς χειρὸς αὐτῆς παρέδωκεν αὐτὴν τῷ Τωβια γυναῖκα καὶ εἶπεν ᾿Ιδοὺ κατὰ τὸν νόμον Μωυσέως κομίζου αὐτὴν καὶ ἄπαγε πρὸς τὸν πατέρα σου· καὶ εὐλόγησεν αὐτούς.

14καὶ ἐκάλεσεν Εδναν τὴν γυναῖκα αὐτοῦ· καὶ λαβὼν βιβλίον ἔγραψεν συγγραφήν, καὶ ἐσφραγίσαντο. καὶ ἤρξαντο ἐσθίειν.

15καὶ ἐκάλεσεν Ραγουηλ Εδναν τὴν γυναῖκα αὐτοῦ καὶ εἶπεν αὐτῇ ᾿Αδελφή, ἑτοίμασον τὸ ἕτερον ταμιεῖον καὶ εἰσάγαγε αὐτήν.

16καὶ ἐποίησεν ὡς εἶπεν καὶ εἰσήγαγεν αὐτὴν ἐκεῖ, καὶ ἔκλαυσεν· καὶ ἀπεδέξατο τὰ δάκρυα τῆς θυγατρὸς αὐτῆς καὶ εἶπεν αὐτῇ

17Θάρσει, τέκνον, ὁ κύριος τοῦ οὐρανοῦ καὶ τῆς γῆς δῴη σοι χάριν ἀντὶ τῆς λύπης σου ταύτης θάρσει, θύγατερ.