• Share on Facebook
  • Twitter verse
  • ΣΟΦΙΑ ΣΙΡΑΧ
  • Sir 22

22

1Λίθῳ ἠρδαλωμένῳ συνεβλήθη ὀκνηρός, καὶ πᾶς ἐκσυριεῖ ἐπὶ τῇ ἀτιμίᾳ αὐτοῦ.

2βολβίτῳ κοπρίων συνεβλήθη ὀκνηρός, πᾶς ὁ ἀναιρούμενος αὐτὸν ἐκτινάξει χεῖρα.

3αἰσχύνη πατρὸς ἐν γεννήσει ἀπαιδεύτου, θυγάτηρ δὲ ἐπ᾽ ἐλαττώσει γίνεται.

4θυγάτηρ φρονίμη κληρονομήσει ἄνδρα αὐτῆς, καὶ ἡ καταισχύνουσα εἰς λύπην γεννήσαντος·

5πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα καὶ ὑπὸ ἀμφοτέρων ἀτιμασθήσεται.

6μουσικὰ ἐν πένθει ἄκαιρος διήγησις, μάστιγες δὲ καὶ παιδεία ἐν παντὶ καιρῷ σοφίας.

7A

Dieser Vers existiert in dieser Textausgabe nicht.

8A

Dieser Vers existiert in dieser Textausgabe nicht.

9συγκολλῶν ὄστρακον ὁ διδάσκων μωρόν, ἐξεγείρων καθεύδοντα ἐκ βαθέος ὕπνου.

10διηγούμενος νυστάζοντι ὁ διηγούμενος μωρῷ, καὶ ἐπὶ συντελείᾳ ἐρεῖ Τί ἐστιν;

11ἐπὶ νεκρῷ κλαῦσον, ἐξέλιπεν γὰρ φῶς, καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπεν γὰρ σύνεσιν· ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀνεπαύσατο, τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά.

12πένθος νεκροῦ ἑπτὰ ἡμέραι, μωροῦ δὲ καὶ ἀσεβοῦς πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ.

13μετὰ ἄφρονος μὴ πληθύνῃς λόγον καὶ πρὸς ἀσύνετον μὴ πορεύου· φύλαξαι ἀπ᾽ αὐτοῦ, ἵνα μὴ κόπον ἔχῃς καὶ οὐ μὴ μολυνθῇς ἐν τῷ ἐντιναγμῷ αὐτοῦ· ἔκκλινον ἀπ᾽ αὐτοῦ καὶ εὑρήσεις ἀνάπαυσιν καὶ οὐ μὴ ἀκηδιάσῃς ἐν τῇ ἀπονοίᾳ αὐτοῦ.

14ὑπὲρ μόλιβον τί βαρυνθήσεται; καὶ τί αὐτῷ ὄνομα ἀλλ᾽ ἢ μωρός;

15ἄμμον καὶ ἅλα καὶ βῶλον σιδήρου εὔκοπον ὑπενεγκεῖν ἢ ἄνθρωπον ἀσύνετον.

16῾Ιμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν ἐν συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήματος βουλῆς ἐν καιρῷ οὐ δειλιάσει.

17καρδία ἡδρασμένη ἐπὶ διανοίας συνέσεως ὡς κόσμος ψαμμωτὸς τοίχου ξυστοῦ.

18χάρακες ἐπὶ μετεώρου κείμενοι κατέναντι ἀνέμου οὐ μὴ ὑπομείνωσιν· οὕτως καρδία δειλὴ ἐπὶ διανοήματος μωροῦ κατέναντι παντὸς φόβου οὐ μὴ ὑπομείνῃ.

19῾Ο νύσσων ὀφθαλμὸν κατάξει δάκρυα, καὶ νύσσων καρδίαν ἐκφαίνει αἴσθησιν.

20βάλλων λίθον ἐπὶ πετεινὰ ἀποσοβεῖ αὐτά, καὶ ὁ ὀνειδίζων φίλον διαλύσει φιλίαν.

21ἐπὶ φίλον ἐὰν σπάσῃς ῥομφαίαν, μὴ ἀφελπίσῃς, ἔστιν γὰρ ἐπάνοδος·

22ἐπὶ φίλον ἐὰν ἀνοίξῃς στόμα, μὴ εὐλαβηθῇς, ἔστιν γὰρ διαλλαγή· πλὴν ὀνειδισμοῦ καὶ ὑπερηφανίας καὶ μυστηρίου ἀποκαλύψεως καὶ πληγῆς δολίας, ἐν τούτοις ἀποφεύξεται πᾶς φίλος.

23πίστιν κτῆσαι ἐν πτωχείᾳ μετὰ τοῦ πλησίον, ἵνα ἐν τοῖς ἀγαθοῖς αὐτοῦ ὁμοῦ πλησθῇς· ἐν καιρῷ θλίψεως διάμενε αὐτῷ, ἵνα ἐν τῇ κληρονομίᾳ αὐτοῦ συγκληρονομήσῃς.

24πρὸ πυρὸς ἀτμὶς καμίνου καὶ καπνός· οὕτως πρὸ αἱμάτων λοιδορίαι.

25φίλον σκεπάσαι οὐκ αἰσχυνθήσομαι καὶ ἀπὸ προσώπου αὐτοῦ οὐ μὴ κρυβῶ,

26καὶ εἰ κακά μοι συμβήσεται δι᾽ αὐτόν, πᾶς ὁ ἀκούων φυλάξεται ἀπ᾽ αὐτοῦ.

27Τίς δώσει ἐπὶ στόμα μου φυλακὴν καὶ ἐπὶ τῶν χειλέων μου σφραγῖδα πανοῦργον, ἵνα μὴ πέσω ἀπ᾽ αὐτῆς καὶ ἡ γλῶσσά μου ἀπολέσῃ με;