academic-bible.com - The Scholarly Bible Portal of the German Bible Society.
Buy an edition of the Septuagint
  • Share on Facebook
  • Twitter verse
  • ΒΑΣΙΛΕΙΩΝ Αʹ
  • 1.Sam 10

10

1καὶ ἔλαβεν Σαμουηλ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπέχεεν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐφίλησεν αὐτὸν καὶ εἶπεν αὐτῷ Οὐχὶ κέχρικέν σε κύριος εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ, ἐπὶ Ισραηλ; καὶ σὺ ἄρξεις ἐν λαῷ κυρίου, καὶ σὺ σώσεις αὐτὸν ἐκ χειρὸς ἐχθρῶν αὐτοῦ κυκλόθεν. καὶ τοῦτό σοι τὸ σημεῖον ὅτι ἔχρισέν σε κύριος ἐπὶ κληρονομίαν αὐτοῦ εἰς ἄρχοντα·

2ὡς ἂν ἀπέλθῃς σήμερον ἀπ᾽ ἐμοῦ, καὶ εὑρήσεις δύο ἄνδρας πρὸς τοῖς τάφοις Ραχηλ ἐν τῷ ὁρίῳ Βενιαμιν ἁλλομένους μεγάλα, καὶ ἐροῦσίν σοι Εὕρηνται αἱ ὄνοι, ἃς ἐπορεύθητε ζητεῖν, καὶ ἰδοὺ ὁ πατήρ σου ἀποτετίνακται τὸ ῥῆμα τῶν ὄνων καὶ ἐδαψιλεύσατο δι᾽ ὑμᾶς λέγων Τί ποιήσω ὑπὲρ τοῦ υἱοῦ μου;

3καὶ ἀπελεύσει ἐκεῖθεν καὶ ἐπέκεινα ἥξεις ἕως τῆς δρυὸς Θαβωρ καὶ εὑρήσεις ἐκεῖ τρεῖς ἄνδρας ἀναβαίνοντας πρὸς τὸν θεὸν εἰς Βαιθηλ, ἕνα αἴροντα τρία αἰγίδια καὶ ἕνα αἴροντα τρία ἀγγεῖα ἄρτων καὶ ἕνα αἴροντα ἀσκὸν οἴνου·

4καὶ ἐρωτήσουσίν σε τὰ εἰς εἰρήνην καὶ δώσουσίν σοι δύο ἀπαρχὰς ἄρτων, καὶ λήμψῃ ἐκ τῆς χειρὸς αὐτῶν.

5καὶ μετὰ ταῦτα εἰσελεύσῃ εἰς τὸν βουνὸν τοῦ θεοῦ, οὗ ἐστιν ἐκεῖ τὸ ἀνάστημα τῶν ἀλλοφύλων, ἐκεῖ Νασιβ ὁ ἀλλόφυλος· καὶ ἔσται ὡς ἂν εἰσέλθητε ἐκεῖ εἰς τὴν πόλιν, καὶ ἀπαντήσεις χορῷ προφητῶν καταβαινόντων ἐκ τῆς Βαμα, καὶ ἔμπροσθεν αὐτῶν νάβλα καὶ τύμπανον καὶ αὐλὸς καὶ κινύρα, καὶ αὐτοὶ προφητεύοντες·

6καὶ ἐφαλεῖται ἐπὶ σὲ πνεῦμα κυρίου, καὶ προφητεύσεις μετ᾽ αὐτῶν καὶ στραφήσῃ εἰς ἄνδρα ἄλλον.

7καὶ ἔσται ὅταν ἥξει τὰ σημεῖα ταῦτα ἐπὶ σέ, ποίει πάντα, ὅσα ἐὰν εὕρῃ ἡ χείρ σου, ὅτι θεὸς μετὰ σοῦ.

8καὶ καταβήσῃ ἔμπροσθεν τῆς Γαλγαλα, καὶ ἰδοὺ καταβαίνω πρὸς σὲ ἀνενεγκεῖν ὁλοκαύτωσιν καὶ θυσίας εἰρηνικάς· ἑπτὰ ἡμέρας διαλείψεις ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ γνωρίσω σοι ἃ ποιήσεις.

9καὶ ἐγενήθη ὥστε ἐπιστραφῆναι τῷ ὤμῳ αὐτοῦ ἀπελθεῖν ἀπὸ Σαμουηλ, μετέστρεψεν αὐτῷ ὁ θεὸς καρδίαν ἄλλην· καὶ ἦλθεν πάντα τὰ σημεῖα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

10καὶ ἔρχεται ἐκεῖθεν εἰς τὸν βουνόν, καὶ ἰδοὺ χορὸς προφητῶν ἐξ ἐναντίας αὐτοῦ· καὶ ἥλατο ἐπ᾽ αὐτὸν πνεῦμα θεοῦ, καὶ ἐπροφήτευσεν ἐν μέσῳ αὐτῶν.

11καὶ ἐγενήθησαν πάντες οἱ εἰδότες αὐτὸν ἐχθὲς καὶ τρίτην καὶ εἶδον καὶ ἰδοὺ αὐτὸς ἐν μέσῳ τῶν προφητῶν, καὶ εἶπεν ὁ λαὸς ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ Τί τοῦτο τὸ γεγονὸς τῷ υἱῷ Κις; ἦ καὶ Σαουλ ἐν προφήταις;

12καὶ ἀπεκρίθη τις αὐτῶν καὶ εἶπεν Καὶ τίς πατὴρ αὐτοῦ; διὰ τοῦτο ἐγενήθη εἰς παραβολήν ῏Η καὶ Σαουλ ἐν προφήταις;

13καὶ συνετέλεσεν προφητεύων καὶ ἔρχεται εἰς τὸν βουνόν.

14καὶ εἶπεν ὁ οἰκεῖος αὐτοῦ πρὸς αὐτὸν καὶ πρὸς τὸ παιδάριον αὐτοῦ Ποῦ ἐπορεύθητε; καὶ εἶπαν Ζητεῖν τὰς ὄνους· καὶ εἴδαμεν ὅτι οὐκ εἰσίν, καὶ εἰσήλθομεν πρὸς Σαμουηλ.

15καὶ εἶπεν ὁ οἰκεῖος πρὸς Σαουλ ᾿Απάγγειλον δή μοι τί εἶπέν σοι Σαμουηλ.

16καὶ εἶπεν Σαουλ πρὸς τὸν οἰκεῖον αὐτοῦ ᾿Απήγγειλεν ἀπαγγέλλων μοι ὅτι εὕρηνται αἱ ὄνοι· τὸ δὲ ῥῆμα τῆς βασιλείας οὐκ ἀπήγγειλεν αὐτῷ.

17Καὶ παρήγγειλεν Σαμουηλ παντὶ τῷ λαῷ πρὸς κύριον εἰς Μασσηφα

18καὶ εἶπεν πρὸς υἱοὺς Ισραηλ Τάδε εἶπεν κύριος ὁ θεὸς Ισραηλ λέγων ᾿Εγὼ ἀνήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου καὶ ἐξειλάμην ὑμᾶς ἐκ χειρὸς Φαραω βασιλέως Αἰγύπτου καὶ ἐκ πασῶν τῶν βασιλειῶν τῶν θλιβουσῶν ὑμᾶς·

19καὶ ὑμεῖς σήμερον ἐξουθενήκατε τὸν θεόν, ὃς αὐτός ἐστιν ὑμῶν σωτὴρ ἐκ πάντων τῶν κακῶν ὑμῶν καὶ θλίψεων ὑμῶν, καὶ εἴπατε Οὐχί, ἀλλ᾽ ἢ ὅτι βασιλέα στήσεις ἐφ᾽ ἡμῶν· καὶ νῦν κατάστητε ἐνώπιον κυρίου κατὰ τὰ σκῆπτρα ὑμῶν καὶ κατὰ τὰς φυλὰς ὑμῶν.

20καὶ προσήγαγεν Σαμουηλ πάντα τὰ σκῆπτρα Ισραηλ, καὶ κατακληροῦται σκῆπτρον Βενιαμιν·

21καὶ προσάγει σκῆπτρον Βενιαμιν εἰς φυλάς, καὶ κατακληροῦται φυλὴ Ματταρι· καὶ προσάγουσιν τὴν φυλὴν Ματταρι εἰς ἄνδρας, καὶ κατακληροῦται Σαουλ υἱὸς Κις. καὶ ἐζήτει αὐτόν, καὶ οὐχ εὑρίσκετο.

22καὶ ἐπηρώτησεν Σαμουηλ ἔτι ἐν κυρίῳ Εἰ ἔρχεται ὁ ἀνὴρ ἐνταῦθα; καὶ εἶπεν κύριος ᾿Ιδοὺ αὐτὸς κέκρυπται ἐν τοῖς σκεύεσιν.

23καὶ ἔδραμεν καὶ λαμβάνει αὐτὸν ἐκεῖθεν καὶ κατέστησεν ἐν μέσῳ τοῦ λαοῦ, καὶ ὑψώθη ὑπὲρ πάντα τὸν λαὸν ὑπὲρ ὠμίαν καὶ ἐπάνω.

24καὶ εἶπεν Σαμουηλ πρὸς πάντα τὸν λαόν Εἰ ἑοράκατε ὃν ἐκλέλεκται ἑαυτῷ κύριος, ὅτι οὐκ ἔστιν αὐτῷ ὅμοιος ἐν πᾶσιν ὑμῖν; καὶ ἔγνωσαν πᾶς ὁ λαὸς καὶ εἶπαν Ζήτω ὁ βασιλεύς.

25καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν τὸ δικαίωμα τοῦ βασιλέως καὶ ἔγραψεν ἐν βιβλίῳ καὶ ἔθηκεν ἐνώπιον κυρίου. καὶ ἐξαπέστειλεν Σαμουηλ πάντα τὸν λαόν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν τόπον αὐτοῦ.

26καὶ Σαουλ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς Γαβαα· καὶ ἐπορεύθησαν υἱοὶ δυνάμεων, ὧν ἥψατο κύριος καρδίας αὐτῶν, μετὰ Σαουλ.

27καὶ υἱοὶ λοιμοὶ εἶπαν Τί σώσει ἡμᾶς οὗτος; καὶ ἠτίμασαν αὐτὸν καὶ οὐκ ἤνεγκαν αὐτῷ δῶρα.