• Share on Facebook
  • Twitter verse
  • ΩΔΑΙ
  • Oden 11

11

1Προσευχὴ Εζεκιου.

᾿Εγὼ εἶπα ᾿Εν τῷ ὕψει τῶν ἡμερῶν μου

πορεύσομαι ἐν πύλαις ᾅδου,

καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.

2εἶπα Οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ θεοῦ ἐπὶ τῆς γῆς,

οὐ μὴ ἴδω ἄνθρωπον μετὰ κατοικούντων.

3ἐξέλιπον ἐκ τῆς συγγενείας μου,

κατέλιπον τὸ λοιπὸν τῆς ζωῆς μου·

ἐξῆλθεν καὶ ἀπῆλθεν ἀπ᾽ ἐμοῦ

ὥσπερ ὁ καταλύων σκηνὴν πήξας·

τὸ πνεῦμά μου παρ᾽ ἐμοὶ ἐγένετο

ὡς ἱστός, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.

4ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωὶ ὡς λέοντι·

οὕτως συνέτριψεν πάντα τὰ ὀστᾶ μου·

ἀπὸ γὰρ τῆς ἡμέρας ἕως τῆς νυκτὸς παρεδόθην.

5ὡς χελιδών, οὕτω φωνήσω,

καὶ ὡς περιστερά, οὕτω μελετήσω·

ἐξέλιπον γὰρ οἱ ὀφθαλμοί μου τοῦ βλέπειν

εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν κύριον,

6ὃς ἐξείλατό με καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.

7κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι,

καὶ ἐξήγειράς μου τὴν πνοήν, καὶ παρακληθεὶς ἔζησα·

8εἵλου γάρ μου τὴν ψυχήν, ἵνα μὴ ἀπόληται,

καὶ ἀπέρριψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας μου.

9οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσίν σε,

οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσίν σε,

οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾅδου τὴν ἐλεημοσύνην σου·

10οἱ ζῶντες εὐλογήσουσίν σε, ὃν τρόπον κἀγώ.

ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω,

ἃ ἀναγγελοῦσιν τὴν δικαιοσύνην σου, κύριε τῆς σωτηρίας μου,

11καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου

πάσας τὰς ἡμέρας τῆς ζωῆς μου

κατέναντι τοῦ οἴκου τοῦ θεοῦ.