• Share on Facebook
  • Twitter verse
  • ΩΔΑΙ
  • Oden 14

14

1῞Υμνος ἑωθινός.

Δόξα ἐν ὑψίστοις θεῷ

2καὶ ἐπὶ γῆς εἰρήνη,

3ἐν ἀνθρώποις εὐδοκία.

4αἰνοῦμέν σε,

5εὐλογοῦμέν σε,

6προσκυνοῦμέν σε,

7δοξολογοῦμέν σε,

8εὐχαριστοῦμέν σοι

9διὰ τὴν μεγάλην σου δόξαν,

10κύριε βασιλεῦ,

11ἐπουράνιε,

12θεὲ πατὴρ παντοκράτωρ,

13κύριε υἱὲ μονογενὴ

14᾿Ιησοῦ Χριστὲ

15καὶ ἅγιον πνεῦμα.

16κύριε ὁ θεός,

17ὁ ἀμνὸς τοῦ θεοῦ,

18ὁ υἱὸς τοῦ πατρός,

19ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου,

20ἐλέησον ἡμᾶς·

21ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου,

22πρόσδεξαι τὴν δέησιν ἡμῶν·

23ὁ καθήμενος ἐν δεξιᾷ τοῦ πατρός,

24ἐλέησον ἡμᾶς.

25ὅτι σὺ εἶ μόνος ἅγιος,

26σὺ εἶ μόνος κύριος,

27᾿Ιησοῦς Χριστός,

28εἰς δόξαν θεοῦ πατρός. αμην.

29καθ᾽ ἑκάστην ἡμέραν εὐλογήσω σε

30καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα

31καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

32καταξίωσον, κύριε, καὶ τὴν ἡμέραν ταύτην

33ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

34εὐλογητὸς εἶ, κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν,

35καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. αμην.

36εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου·

37εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου·

38εὐλογητὸς εἶ, κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

39κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.

40ἐγὼ εἶπα Κύριε, ἐλέησόν με,

41ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

42κύριε, πρὸς σὲ κατέφυγα·

43δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ θεός μου·

44ὅτι παρὰ σοὶ πηγὴ ζωῆς,

45ἐν τῷ φωτί σου ὀψόμεθα φῶς·

46παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσίν σε.