• Share on Facebook
  • Twitter verse
  • ΩΔΑΙ
  • Oden 6

6

1Προσευχὴ Ιωνα.

᾿Εβόησα ἐν θλίψει μου πρὸς κύριον τὸν θεόν μου,

καὶ εἰσήκουσέν μου ἐκ κοιλίας ᾅδου κραυγῆς μου·

ἤκουσας φωνῆς μου.

2ἀπέρριψάς με εἰς βάθη καρδίας θαλάσσης,

καὶ ποταμοί με ἐκύκλωσαν,

πάντες οἱ μετεωρισμοί σου καὶ τὰ κύματά σου ἐπ᾽ ἐμὲ διῆλθον.

3κἀγὼ εἶπα ᾿Απῶσμαι ἐξ ὀφθαλμῶν σου·

ἆρα προσθήσω τοῦ ἐπιβλέψαι πρὸς ναὸν τὸν ἅγιόν σου;

4περιεχύθη μοι ὕδωρ ἕως ψυχῆς μου,

ἄβυσσος ἐκύκλωσέν με ἐσχάτη,

ἔδυ ἡ κεφαλή μου εἰς σχισμὰς ὀρέων.

5κατέβην εἰς γῆν, ἧς οἱ μοχλοὶ αὐτῆς κάτοχοι αἰώνιοι,

καὶ ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου, κύριε ὁ θεός μου.

6ἐν τῷ ἐκλείπειν τὴν ψυχήν μου ἀπ᾽ ἐμοῦ τοῦ κυρίου ἐμνήσθην,

καὶ ἔλθοι πρὸς σὲ ἡ προσευχή μου εἰς ναὸν ἅγιόν σου.

7φυλασσόμενοι μάταια καὶ ψευδῆ ἔλεος αὐτῶν ἐγκατέλιπον.

8ἐγὼ δὲ μετὰ φωνῆς αἰνέσεως καὶ ἐξομολογήσεως θύσω σοι·

ὅσα ηὐξάμην, ἀποδώσω σοι εἰς σωτηρίαν μου τῷ κυρίῳ.