- Share on Facebook
- Twitter verse
- ΨΑΛΜΟΙ
- Ps 132,1
132
1᾿Οιδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυιδ.
᾿Ιδοὺ δὴ τί καλὸν ἢ τί τερπνὸν
ἀλλ᾽ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό;
2ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ πώγωνα,
τὸν πώγωνα τὸν Ααρων,
τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
3ὡς δρόσος Αερμων ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιων·
ὅτι ἐκεῖ ἐνετείλατο κύριος τὴν εὐλογίαν
καὶ ζωὴν ἕως τοῦ αἰῶνος.